ΕΥΧΗ ΔΙΑ ΑΠΑΛΛΑΓΗΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΛΟΓΙΣΜΩΝ
00:40 - 17/05/2020
Δέσποτα Κύριε ὁ Θεός μου, οὐ ἐν χερσὶν οἱ κλῆροί μου, ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου, καὶ μὴ ἐάσῃς με συναπολέσθαι ταῖς ἀνομίαις μου, μηδὲ τῷ θελήματι ἐπακολούθησαι τῆς ἐπιθυμούσης σαρκός μου κατὰ τοῦ πνεύματος. Πλάσμα σόν εἰμι, μὴ παρίδῃς ἔργον χειρῶν σου, μὴ ἀποστραφῇς, οἴκτειρον, ἀλλὰ μὴ ἐξουδενώσῃς, μηδὲ ὑπερίδῃς με, Κύριε, ὅτι ἀσθενὴς εἰμι, ὅτι πρὸς σὲ κατέφυγον τὸν σκεπαστήν μου Θεόν.Ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι, σῶσον με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ νεότητός μου• αἰσχυνθήτωσαν οἱ ἐπανισταμένοί μοι καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες με ἐξῶσαι ἀπὸ σοῦ διὰ πράξεων ἀσέμνων, διὰ λογισμῶν ἀπρεπῶν, δι΄ ἐνθυμήσεων ἀσυμφόρων. Ἀπέλασον ἀπ΄ ἐμοῦ πᾶσαν ῥυπαρίαν, κακίας περίσσευμ
Διαβάστε Περισσότερα στο ekklisiaonline.gr